Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.289 Joseph. AJ 7.292 (English) >>Joseph. AJ 7.297

7.291ὡς δʼ ἤκουσεν γυνὴ τὰ παρὰ τοῦ Ἰωάβου μικρὸν ἐπισχεῖν δεηθεῖσα, τὴν γὰρ κεφαλὴν εὐθέως αὐτῷ ῥιφήσεσθαι τὴν τοῦ πολεμίου, καταβαίνει πρὸς τοὺς πολίτας καὶβούλεσθʼ, εἰποῦσα, κακοὶ κακῶς ἀπολέσθαι μετὰ τέκνων καὶ γυναικῶν ὑπὲρ ἀνθρώπου πονηροῦ καὶ μηδὲ τίς ἐστι γνωριζομένου καὶ τοῦτον ἔχειν ἀντὶ Δαυίδου τοῦ τοσαῦτʼ εὐεργετήσαντος ὑμᾶς βασιλέα καὶ πρὸς δύναμιν τοσαύτην καὶ τηλικαύτην ἀνταίρειν μίαν πόλιν;” 7.292πείθει τὴν κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα. τούτου γενομένου σημήνας ἀνακλητικὸν τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ στρατηγός. 7.293καθίστησι δὲ καὶ Βαναῖον βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δʼ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς. 7.294

Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς Γαβαωνίτας, οὓς Σαοῦλος βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς ὅρκους αὐτοῖς, οὓς στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ γερουσία, μὴ φυλάξας·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.289 Joseph. AJ 7.292 (English) >>Joseph. AJ 7.297

Powered by PhiloLogic